P.Oxy. 1233 

Κυπρο [ .................... ]ας.
κάρυξ ἦλθε θέ[......]ελε[...]θεις
῎Ιδαος τάδε κα[ῖνα] φ[..].ις τάχυς ἄγγελος·
[ .........................................]
τάς τ' ἄλλας ᾿Ασίας τ[ό]δε γᾶν κλέος ἄφθιτον·
῎Εκτωρ καὶ συνέταιρ[ο]ι ἄγοισ' ἐλικώπιδα
Θήβας ἐξ ἰέρας Πλακίας τ' ἀπ’ ἀ[ι]ν[ν]άω
ἄβραν Ἀνδρομάχαν ἐνὶ ναῦσιν ἐπ’ ἄλμυρον
πόντον· πόλλα δ’ [ἐλί]γματα χρύσια κἄμματα
πορφύρ[α] καταύτ[με]να, ποίκιλ’ ἀθύρματα,
ἀργύρα τ’ ἀνάρ[ι]θμα [ποτή]ρ[ια] κἀλέφαις.
ὢς εἶπ’· ὀτραλέως δ’ ἀνόρουσε πάτ[η]ρ φίλος·
φάμα δ’ ἦλθε κατὰ πτόλιν εὐρύχορον φίλοις.
αὔτικ’ Ἰλίαδαι σατίναι[ς] ὐπ’ ἐυτρόχοις
ἆγον αἰμιόνοις, ἐπ[έ]βαινε δὲ παῖς ὄχλος
γυναίκων τ’ ἄμα παρθενίκα[ν] τ’ ἀπ[αλ]οσφύρων,
χῶρις δ’ αὖ Περάμοιο θυγ[α]τρες [ἐπήισαν,
ἴππ[οις] δ’ ἄνδρες ὔπαγον ὐπ’ ἀρ[ματα κάμπυλα
π[άντ]ες ἠίθεοι, μεγάλω[σ]τι δ[
δ[...]· ἀνίοχοι φ[·····]·[
π[.......]ξαλο[ν
[ ......................................]
                            ἴ]κελοι θέοι[ς
                             ]ἄγνον ἀολ[λες
ὄρμαται[.................... ]νον ἐς ῎Ιλιο[ν
αὖλος δ’ ἀδυ[μ]έλη[ς.. ]τ’ ὀνεμίγνυ[το
καὶ ψ[ό]φο[ς κ]ροτάλ[ων  λιγέ]ως δ’ ἄρα πάρ[θενοι
ἄειδον μέλος ἄγν[ον ἴκα]νε δ’ ἐς αἴθ[ερα
ἄχω θεσπεσία γέλος [
πάνται δ’ ἦς κὰτ ὄδο[ις
κράτηρες φίαλαί τ’ ὀ[···]υεδε[··]··εακ[·]·[
μύρρα καὶ κασία λίβανός τ’ ὀνεμείχνυτο
γύναικες δ’ ἐλέλυσδον ὄσαι προγενέστερα[ι
πάντες δ’ ἄνδρες ἐπ]ήρατον ἴαχον ὄρθιον
Πάον’ ὀνκαλέοντες ἐκάβολον εὐλύραν,
ὔμνην δ’ ῎Εκτορα κ᾿Ανδρομάχαν θεοεικέλο[ις.
Free Web Hosting